Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.50 Dem. 8.52 (English) >>Dem. 8.56

8.51ὅταν νὴ Δίʼ ἀναγκαῖον . ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ. διαφέρει δὲ τί; ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποιμεν· δούλῳ δὲ πληγαὶ καὶ τοῦ σώματος αἰκισμός, μήτε γένοιτο οὔτε λέγειν ἄξιον.

8.52πάντα τοίνυν τἄλλʼ εἰπὼν ἂν ἡδέως, καὶ δείξας ὃν τρόπον ὑμᾶς ἔνιοι καταπολιτεύονται, τὰ μὲν ἄλλʼ ἐάσω· ἀλλʼ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν, καὶδιαρπάζειν τινὲς τὰ χρήματα βούλονται,” καὶ τοιούτους λόγους, ἐξ ὧν ἀναβάλλουσι μὲν ὑμᾶς, ἡσυχίαν δὲ ποιοῦσιν ἐκείνῳ πράττειν τι βούλεται. 8.53ἐκ δὲ τούτων περιγίγνεται, ὑμῖν μὲν σχολὴ καὶ τὸ μηδὲν ἤδη ποιεῖν, δέδοιχʼ ὅπως μήποθʼ ἡγήσεσθʼ ἐπὶ πολλῷ γεγενῆσθαι, τούτοις δʼ αἱ χάριτες καὶ μισθὸς τούτων. ἐγὼ δʼ οἴομαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει·



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 8.50 Dem. 8.52 (English) >>Dem. 8.56

Powered by PhiloLogic